Ἄγγελος οὐρανόφρων ἐγνωρίσθης ἐν κόσμῳ Γεράσιμε, ὡς ἄϋλος βιώσας,
τό σῶμα σου ἄφθαρτον μένον καί εὐωδίαν βλύζον ἀένναον
ἐξιστᾷ τούς ὁρῶντας καί πείθει βοᾶν πρός σέ ταῦτα:

Χαῖρε ἡ δόξα τῶν ἱερέων,
Χαῖρε τό κλέος τῶν μοναζόντων,
Χαῖρε τῶν Ἁγίων Ἀγγέλων ὁ σύσκηνος,
Χαῖρε τῆς Τριάδος ὁ οἶκος ὁ πάντερπνος,
Χαῖρε ὕψος θείας γνώσεως δυσερμήνευτον πολλοῖς,
Χαῖρε βάθος ταπεινώσεως δυσαντίβλεπτον βροτοῖς,
Χαῖρε ὅτι ὡράθης θεωρίας ἀκρότης,
Χαῖρε ὅτι ἐφάνης πρακτικῆς ποδηγέτης.
Χαῖρε Κεφαλληνίας ἀδιάσειστος στῦλος,
Χαῖρε ὁ τοῦ Κυρίου γνησιώταος φίλος.
Χαῖρε λαμπτής εὐσεβοῦς ἀληθείας,
Χαῖρε σφραγίς νοερᾶς ἐργασίας.

Χαῖρε πάτερ Γεράσιμε.

Ἀπολυτίκιον 
 (Ἦχος α΄)

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον,
καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν,
ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον·
ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν·
ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται·
διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

άγιος γεράσιμος

Ἀπολυτίκιον 

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα. 

 Ο Ναός μας πανηγυρίζει στις 20 Ὀκτωβρίου