Πνευματικά Κείμενα

(Ποίημα Ἀρχιμανδρίτου Ἰωὴλ Φραγκάκου).
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμὸς καὶ τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ Τροπάρια:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καὶ ἰατρὸς τῶν ἀσθενούντων μερόπων καὶ πρεσβευτὴς Λουκᾶ πρὸς τὸν Φιλάνθρωπον, τοὺς ἐπιζητοῦντας σου τὴν θεόσδοτον χάριν, μὴ ἐλλείπῃς Ἅγιε ἀπὸ πάσης ἀνάγκης καὶ χαλεπῶν τοῦ βίου ἀναγκῶν διαφυλάττων ταῖς θείαις πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς˙
Λουκᾶ ἰατρέ τούς νοσοῦντας ἴασαι. Ἰωήλ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Λουκᾶ ἀρχιθύτα τὸν Ἰησοῦν, πάντοτε δυσώπει ὑπὲρ πάντων ὑμῶν λιταῖς, νόσων λυτρωθῆναι δυσιάτων, καὶ δυσπραγίας τοῦ βίου πανόβλιε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁρμὰς τὰς ἀτάκτους τῶν ἡδονῶν, Λουκᾶ καὶ ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τῇ σῇ προστασίᾳ Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνάσπασον πρόῤῥιζον.
Δόξα.
Ὑφέρπων δολίως ὁ πονηρός, προσβάλλει με ὄντως ἀῤῥωστήμασι τοῖς δεινοῖς, ἀλλ’ ὡς θεοκίνητος ἀκέστωρ, τὴν ἰατρείαν Λουκᾶ δός μοι τάχιστα.
Καὶ νῦν. Θεοτοκίον.
Καμάτου τοῦ σώματος καὶ ψυχῆς, τοὺς δούλους Σου Μῆτερ, ἐλευθέρωσον Σαῖς λιταῖς, καὶ χάρισε πᾶσιν τὴν ἐλπίδα τοῦ πλατυσμοῦ καὶ ἀνέσεως Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀποῤῥήτως τὴν χάριν, τὰ σὰ ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταῦτα ἀσπάσασθαι ἐν Σαγματᾷ τῇ Μονῇ, καὶ ἐν τῇ χώρᾳ Ῥωσίας, ὡς πηγὴ ἀείῤῥοος, Λουκᾶ ἀοίδιμε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰαθῆναι λιταῖς σου ,παρακαλῶ Ἅγιε , ἐκ τῆς ταραχῆς τοῦ νοός μου καὶ τῆς δειλίας μου, σὺ γὰρ ὡς εὔτολμος ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, Χριστοῦ τὴν ἀλήθειαν, Λουκᾶ ἐκήρυξας.
Δόξα.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῷ ἔπαρον, τὰς σεπτάς σου χεῖρας θεόφρον, πρὸς τὸν Φιλάνθρωπον, ἀπαλλαγῆναι με, ἀμπλακημάτων παντοίων, ὡς ἂν τὴν σωτήριον, τρίβον πορεύσωμαι.
Καὶ νῦν. Θεοτοκίον.
Τὰς συμβάσεις τοῦ βίου καὶ δυσμενῆ σκάνδαλα, τὰς ἐπιφορὰς τοῦ βελίαρ καὶ μηχανήματα γηΐνων θέλγητρα καὶ τῶν ματαίων ὀρέξεις ἄφ’ ἡμῶν ἀπόστησον Παντοβασίλισσα.

Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας ἐκ κνδύνων καὶ πονηρῶν καταστάσεων καὶ ἐκ τῶν νόσων κάτ’ ἄμφω σημειοφόρε.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν χρόνοις τοῖς νῦν, Λουκᾶ Ἀρχιεπίσκοπε, ἐφάνης πιστοῖς παραμυθία ἄφατος˙ διὸ μὴ παύσῃ Ἅγιε συντηρῶν προμηθείᾳ τῇ κρείττονι, ὡς παῤῥησίαν σχὼν ἐν οὐρανῷ, τοὺς πόθῳ φωνοῦντας τὸ σὸν ὄνομα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥίζαν ἔκκοψον Ἅγιε τῆς δαιμονικῆς σαφῶς ἀθεότητος, καὶ Λουκᾶ πρὸς ἀγαθότητα ἴθυνας ψυχὰς τῶν ἀνυμνούντων σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπί σοι τὰς ἐλπίδας μου, ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγμὸν τῆς ῥαθυμίας μου, στῆσαι ὁ φιλόϋλος ἐφίεμαι.
Δόξα.
Τῷ φλογμῷ παραβάσεων καὶ ἀσεβημάτων Λουκᾶ Ἐπίσκοπε, ἐκτακεῖσαν τὴν καρδίαν μου, δρόσισον ῥανῖσι τοῦ ἐλέους σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ὑπάρχων ἀχώρητος καὶ πληρῶν τὰ πάντα Θεὸς ἐχώρησεν, ἐν τῇ μήτρᾳ Σου Πανάμωμε, Ὃν ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὕψωσον Λουκᾶ, πρὸς τὴν ἄνωθεν λαμπρότητα, τὰ νοήματα ἡμῶν τῶν ἐμπαθῶν, διαλύων ἁμαρτίας τὰ φαντάσματα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Στόνον τῶν ψυχῶν καὶ σωμάτων τὰ ἀλγήματα, Ἱεράρχα ζωηφόροις σου λιταῖς, μὴ ἐλλίπῃς ἰατρεῦσαι τῶν τιμώντων σε.
Δόξα.
Νῦν ἐν Σαγματᾷ τὰς μερίδας τῶν λειψάνων σου, οἱ μονάζοντες κατέχοντας Λουκᾶ, ταῖς εὐχαῖς ἐκζητοῦσι τὴν εἰρήνευσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ὃν ὑπερφυῶς, Θεοτόκε ἀπεκύησας, δυσωποῦσα μὴ ἐλλείπῃς ἐσαεί, ἐκλυτρώσασθαι ἡμᾶς ἐξ ἀπογνώσεως.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Συστήματα πονηρῶν ἐκύκλωσαν, τὰς ψυχὰς ἡμῶν Λουκᾶ Ἱεράρχα, καὶ σαρκικῶν τὰ ἀμέτρητα πάθη, πρὸς ἀκρασίας τὸν λάκκον καθέλκουσιν, ἡμᾶς τοὺς κράζοντας πρὸς σὲ˙ ἐκ φθορᾶς τοὺς ἱκέτας σου λύτρωσον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁδήγησον πρὸς λιμένα εὔδιον, Ἱεράρχα τοῦ Χριστοῦ τοὺς πεσόντας, ἐν κλυδωνίῳ τῆς ζάλης τοῦ βίου καὶ ἐν ἀβύσσῳ παγίδων τοῦ ὄφεως, ὡς κεκτημένος πρὸς Θεόν, τὴν καλὴν παῤῥησίαν πανεύφημε.
Δόξα.
Ὑπάρχων τῶν λογισμῶν ἀνάπλεως, Ἱεράρχα πολυφρόντιδος βίου, καὶ μεριμνῶν καθ’ ἑκάστην ὁ τάλας, ἐν ἡδοναῖς ψυχοφθόροις τοῦ σώματος ἐκ βάθους αἴρω τὴν φωνήν˙ πρὸς τὸ θεῖον με φῶς καθοδήγησον.
Καὶ νῦν. Θεοτοκίον.
Νῦν βάρει τῶν ἐμπαθῶν πταισμάτων μου, καλυφθεῖσα ἡ καρδία μου στένει, καὶ μὴ τολμῶν ἀτενίσαι πρὸς ὕψος τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος, αἰτοῦμαι ἄφεσιν κακῶν, πανσθενεῖ Σου πρεσβείᾳ Θεόνυμφε.

Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας ἐκ κνδύνων καὶ πονηρῶν καταστάσεων καὶ ἐκ τῶν νόσων κάτ’ ἄμφω σημειοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης Λουκᾶ ἀξιάγαστε, Συμφερουπόλεως πάσης καὶ πρόεδρος, τοῖς προσιοῦσιν ἐν πίστει τὴν λάρνακα, τῶν σῶν λειψάνων ἁγίασον χάριτι, παρέχων κατ’ ἄμφω τὴν ἴασιν.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ϛ΄ 17-19, θ΄ 1-2, ι΄ 16-21).
Τῷ καιρῷ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἵ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν˙ καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς˙ ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει˙ καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ˙ ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες˙ Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς˙ Ἐθεώρουν τὸν σατανᾶν, ὡς ἀστραπὴν ἐκ τοῦ Οὐρανοῦ πεσόντα. Ἰδοὺ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ˙ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πεύματα ὑμῖν ὑποτάσσεται˙ χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς Οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καὶ εἶπεν. Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλλυψας αὐτὰ νηπίοις˙ ναὶ ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Ἀνάργυρε, Ῥωσίας πάσης τὸ κλέος, τῆς Συμφερουπόλεως, ἔνδοξε διδάσκαλε καὶ Ἐπίσκοπε, τὰς δεινὰς μάστιγας, τῶν ἀῤῥωστημάτων, πυρετόν τε καὶ τὰ τραύματα, τῶν προσιόντων σοι, ἴασαι Λουκᾶ τῷ ἐλέει σου, καὶ ταῖς ἱκετηρίαις σου, πρὸς τὸν σὸν Φιλάνθρωπον Κύριον. Πάντιμε ἀκέστορ, ἐλπίς κεκμηκότων ἀῤῥαγής, μὴ ἐπιλάθῃ δωρήσασθαι, πᾶσι τὰ εὐφρόσυνα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ σῇ σκέπῃ προστρέχω, Ἱεράρχα αἰτούμενος, τὴν καρδίαν μου, τὴν γέμουσαν ἀκάνθας, τῆς ὑπερηφανίας, καὶ δαιμόνων θρασύτητος ἀποκαθᾶραι ταῖς σαῖς, ἐντεύξεσι Λουκᾶ μου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁγιώτατε Πάτερ νοητῶν Αἰθιόπων καὶ κακοτρόπων βροτῶν, συμβάσως ἀλόγου, καὶ τῆς κακοπραγίας, ἀνωτέρους συντήρησον, τοὺς ἑξαιτοῦντας Λουκᾶ, τὴν σὴν ἐπικουρίαν.
Δόξα.
Στηριγμὸν ἐν τῇ θλίψει, ἐν πελάγει τοῦ βίου τοῦ Σαγματᾶ ἡ Μονή, τὰ λείψανά σου Πάτερ κατέχουσα τὸ θάρσος, κάθ’ ἑκάστην ἀρύεται˙ ἵνα πρὸς πλάτος χαρᾶς, τῆς ὄντως καταντήσῃ.
Καὶ νῦν. Θεοτοκίον.
Ἰησοῦ τὰς ἀγκάλας, τῆς θερμῆς Σου ἀγάπης καὶ θυμηδίας ὁμοῦ, ὑπάνοιξόν μοι Σῶτερ, λιταῖς τῆς Σὲ τεκούσης, ἵνα ψάλλω γηθόμενος˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀτρέμας Πάτερ, πρὸ τῶν βημάτων ἀθέων, ὡμολόγησας Χριστὸν Ἐσταυρωμένον, Ὃν μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν λιτάζων.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σοφίας μάκαρ τῆς θεϊκῆς ὢν δοχεῖον, τὸν θυμὸν καὶ ταραχώδεις ἐννοήσεις, θραῦσον τῆς ψυχῆς μου, Λουκᾶ σημειοφόρε.
Δόξα.
Ἅγιε λῦσον, τῆς ταλαιπώρου ψυχῆς μου, καὶ τοῦ σώματος τοὺς πόνους καὶ ὀδύνας, σὺ γὰρ, ἀρχιθύτης, τυγχάνεις καὶ ἀκέστωρ.
Καὶ νῦν. Θεοτοκίον.
Ἰσχὺς ἡ ὄντως, καὶ ἡ ἐλπὶς καὶ τὸ φάος, ἡ παράκλησις καὶ ἴαμα κατ’ ἄμφω, Δέσποινα ὑπάρχεις, ἡμῶν τῶν Ὀρθοδόξων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰάτρευσον τὰς νόσους, τῶν ψυχοπασχόντων καὶ ἀλγουμένων Λουκᾶ ὑπὲρ ἔννοιαν, διευθετῶν τὰς ἐννοίας αὐτῶν μακάριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς μέλισσα ἐτρύγεις, τὴν σοφίαν πᾶσαν, ἐπὶ τῆς γῆς Ἱεράρχα ἀοίδιμε˙ διὸ νοός μου ἀπέλασον τὴν σκοτόμαιναν.
Δόξα.
Ἡδέως οἱ Πατέρες, μάνδρας Σαγματίου, τὰ σὰ ὀστᾶ ὡς μαργάρους κατέχοντες, ἐπιζητοῦσιν θεόφρον τὴν σὴν ἀντίληψιν.
Καὶ νῦν. Θεοτοκίον.
Λαὸν τῶν Ὀρθοδόξων, φύλαττε ἐκ λύκων, αἱρετικῶν Παναγία Πανύμνητε, ἀποκαλύπτουσα πᾶσαν αὐτῶν κακότητα.

Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Χαίροις ἐπισκόπων ὁ κοινωνός, τῆς Ῥωσίας πάσης ὁ θεόσοφος ἰατρός˙ χαίροις τῆς Κριμαίας, ὁ θεῖος Ποιμενάρχης, Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος Ἅγιος.

Ἔχων τὴν σοφίαν παρὰ Θεοῦ, τῶν νενοσηκότων ἐθεράπευες τὰ δεινά, καὶ τοὺς πεπτωκότας, ἐν λάκκῳ τῶν ἀθέων, τῇ σῇ δυνάμει Πάτερ, Λουκᾶ ἐξήρπασας.

Πάντα τὰ ὀνείδη διὰ Χριστόν, φυλακὰς διώξεις, καὶ αἰκίας σωματικάς, σκύβαλα ἡγήσω, καὶ ἔφερες γενναίως, Λουκᾶ σημειοφόρε, καὶ ἀκατάβλητε.

Θαύματα τεράστια τῷ λαῷ, ἡ σεπτὴ Σορός σου, ἐν Ῥωσίᾳ ἐπιτελεῖ, καὶ ἐν Σαγματίῳ, ἐκ ταύτης αἱ μερίδες, ἐκβλύζουσιν ἰάσεις, Λουκᾶ τοῖς πάσχουσι.

Ηὔγασας ὡς ἥλιος παμφαής, ἐν Συμφερουπόλει, τὰς χορείας τῶν εὐσεβῶν, καὶ τῆς ἀθεΐας, ἐμείωσας τὸ σκότος, ἐν χώρᾳ τῆς Ῥωσίας, Λουκᾶ ἀοίδιμε.

Μάνδραν τῶν θρεμμάτων τῶν λογικῶν, ἐν τῷ Σαγματίῳ, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, φύλαττε θεόφρον, ἐκ πάσης κακουργίας, δαιμόνων τῶν ἐχθίστων, Λουκᾶ πανάριστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Ἰατρὸν καὶ ποιμένα, Λουκᾶν τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τὸν βαστάσαντα Χριστοῦ τὰ θεία στίγματα, τὰς ἐξορίας, τὰ δεινά, ἐγκλεισμοὺς ἐν φυλακαῖς, τὰς θλίψεις καὶ τὰ ὀνείδη, τὸν ἐπ’ ἐσχάτων φανέντα, ἐν τῇ Ῥωσίᾳ νέον Ἅγιον.
Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μὴ κατόκνῃ, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καὶ περιστάσεσι, συντηρῶν τὸν φιλόχριστον, λαὸν τοῦ Κυρίου, τόν ἐπικαλούμενον ἐν εὐλαβείᾳ πολλῇ, ὄνομα τὸ σὸν θεοφόρε, καὶ ὑμνολογοῦντα ἐνθέως, θαύματα καὶ βίον σου τὸν ἅγιον.
Ἦχος πλ. δ'.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.