Πνευματικά Κείμενα

Ἡ ἀκολουθία τῆς Θείας Μεταλήψεως, τήν ὁποίαν πρέπει νά διαβάζουμε πρό τῆς Θείας Κοινωνίας μετά προσοχῆς, παρέχει πλήρη πληροφόρηση γιά τήν ἀξία τῶν πολλῶν ὡφελειῶν πού ἀπολαμβάνουμε καί τοῦ ἑνός μόνο κινδύνου πού διατρέχουμε ὅσοι μετέχουμε στή Θεία Κοινωνία.

ρτος ζωῆς, αἰωνιζούσης γενέσθω μοι, τό σῶμά σου τό ἅγιον, εὔσπλαγχνε Κύριε, καί τό τίμιον αἷμα, καί νόσων πολυτρόπων ἀλεξιτήριον. (Νόσους ποικίλους-διώκων μακράν, ἡ Θεία Κοινωνία εἶναι φάρμακο ἀπολύτως ἀποτελεσματικό)

Φρίττω δεχόμενος τό πῦρ, μή φλεχθῶ ὡσεί κηρός καί ὡσεί χόρτος (ἐκ τῆς ἀμετανοησίας μου)· ὤ φρικτοῦ μυστηρίου! ὤ εὐσπλαγχνίας Θεοῦ! Πῶς θείου σώματος καί αἵματος, ὁ πηλός μετέχω, καί ἀφθαρτοποιοῦμαι;

Χρηστός ἐστι γεύσασθε, καί ἴδετε ὁ Κύριος· δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς γάρ πάλαι γενόμενος, ἅπαξ ἑαυτόν τε προσάξας, ὡς προσφοράν, Πατρί τῷ ἰδίῳ, ἀεί σφαγιάζεται, ἁγιάζων τούς μετέχοντας. (γιά ὅλον τόν κόσμον καί γιά τόν καθένα μας χωριστά)

ς πῦρ γενηθήτω μοι, καί ὡσεί φῶς τό σῶμά σου, καί τό αἷμα, Σωτήρ μου, τό τιμιώτατον, φλέγον ἁμαρτίας τήν ὕλην, καί ἐμπιπρῶν παθῶν τάς ἀκάνθας, καί ὅλον φωτίζον με (γιά νά κατανοῶ καί νά πράττω τά ἀληθινά), προσκυνεῖν σου τήν θεότητα.

Τόν Ἄρτον Χριστέ, τό σῶμα τό σόν, λαβεῖν μή ὑπερίδῃς με, καί τό θεῖον νῦν αἷμά σου, τῶν ἀχράντων, καί φρικτῶν Μυστηρίων σου, Δέσποτα, μετασχεῖν τῷ ἀθλίῳ, μή εἰς κρῖμά μοι γένοιτο· γένοιτο δέ μοι εἰς ζωήν αἰώνιον καί ἀθάνατον. (Ζητᾶμε ἀπό τόν Θεό νά μήν γίνη ἐμπόδιον ἡ δική μας ἀθλιότητα στή ζωογόνο λειτουργία τῆς Θείας Κοινωνίας)

Στίχοι διδακτικοί περί τοῦ, πῶς δεῖ προσέρχεσθαι τοῖς ἀχράντοις Μυστηρίοις.
Μέλλων φαγεῖν, ἄνθρωπε, σῶμα Δεσπότου.
Φόβῳ πρόσελθε μή φλεγῇς· πῦρ τυγχάνει. (Μετά προσοχῆς πρόσελθε, ἐλλοχεύει μέγας κίνδυνος ὅταν μέ παρρησία προσερχόμεθα)
Ἔπειτα θαρρῶν, μυστική βρῶσιν φάγε.
Πρό τοῦ μετασχεῖν τῆς φρικώδους θυσίας,
Τοῦ ζωοποιοῦ σώματος τοῦ Δεσπότου.
Τῷδε πρόσευξαι τῷ τρόπῳ μετά τρόμου.

ΕΥΧΗ Α΄. ΤΟΥ Μ. ΒΑΣΙΛΕΙΟΥ
Δέσποτα Κύριε ᾿Ιησοῦ Χριστέ, ὁ Θεός ἡμῶν πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τήν μετάνοιαν καί μή εἰς κρῖμά μοι γένοιτο ἡ μετάληψις τῶν ἀχράντων καί ζωοποιῶν μυστηρίων σου· ἀλλά δός μοι ἀκατακρίτως ὑποδέχεσθαι τήν μερίδα τῶν ἁγιασμάτων σου, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς ἐφόδιον ζωῆς αἰωνίου (ἐπαναλαμβάνεται ὅτι ἡ Θεία κοινωνία εἶναι ἐφόδιον ζωῆς).

ΕΥΧΗ Β΄. ΤΟΥ Μ. ΒΑΣΙΛΕΙΟΥ
Οἶδα, Κύριε, ὅτι ἀναξίως μεταλαμβάνω τοῦ ἀχράντου σου σώματος καί τοῦ τιμίου σου αἵματος, ἀλλά ποίησον μετ᾿ ἐμοῦ κατά ἔλεός σου· καί γενέσθω μοι τά ἅγια ταῦτα εἰς ἴασιν, καί κάθαρσιν, καί φωτισμόν καί σωτηρίαν ψυχῆς τε καί σώματος, εἰς ἐφόδιον ζωῆς αἰωνίου· μή εἰς κρῖμα, ἤ εἰς κατάκριμα. (Ἡ Θεία Κοινωνία, ὄχι μόνον δέν εἶναι ποτέ αἴτιον ἀσθενείας, ἀλλά πάντοτε εἰς ἵασιν -θεραπεία ἀσθενείας- ψυχῆς καί σώματος)

ΕΥΧΗ Γ΄. ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Κύριε ὁ Θεός μου, οἶδα, ὅτι οὐκ εἰμί ἄξιος, οὐδέ ἱκανός, ἵνα ὑπό τήν στέγην εἰσέλθῃς τοῦ οἴκου τῆς ψυχῆς μου. Ἀλλ᾿ ὡς οὐκ ἀπηξίωσας εἰσελθεῖν, καί συνδειπνῆσαι ἁμαρτωλοῖς, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, οὕτω κατάδεξαι εἰσελθεῖν καί εἰς τόν οἶκον τῆς ταπεινῆς μου ψυχῆς καί γενέσθω μοι ὁ ἄνθραξ τοῦ παναγίου σου σώματος καί τοῦ τιμίου σου αἵματος εἰς ρῶσιν τῆς ταπεινῆς μου ψυχῆς καί τοῦ σώματος, εἰς ἀπονέκρωσιν τῶν παθῶν, εἰς περιποίησιν τῶν ἐντολῶν σου· εἰς προσθήκην τῆς θείας σου χάριτος καί τῆς σῆς βασιλείας οἰκείωσιν. (Ἡ Θεία Κοινωνία εἶναι εἰς ρῶσιν, ἐνδυνάμωσιν, ἀνοσίαν ψυχῆς καί σώματος)

ΕΥΧΗ Ε΄. ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Κύριε ᾿Ιησοῦ Χριστέ, ὁ Θεός μου, ἄνες, ἄφες, ἱλάσθητι καί συγχώρησόν μοι τῷ ἁμαρτωλῷ καί ἀχρείῳ καί καταξίωσόν με ἀκατακρίτως μεταλβεῖν τῶν ἀχράντων καί ἀθανάτων, καί ζωοποῶν καί φρικτῶν μυστηρίων σου, εἰς ἄφεσιν ἁμαρτιῶν· εἰς ἁγιασμόν καί φωτισμόν καί ρώμην καί ἴασιν καί ὑγείαν ψυχῆς τε καί σώματος. (Ἡ Θεία Κοινωνία παρέχει ἐκτός ἀπό θεραπεία-ἐνδυνάμωση-ὑγεία καί ἁγιασμό καί φωτισμό, δηλαδή διάκριση ὑπευθυνότητα-ὑπέρβαση ἀπό προλήψεις καί ἀρρωστημένες φοβίες καί προκαταλήψεις)

ΕΥΧΗ Ζ΄. ΣΥΜΕΩΝ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
Οἶδα, Σῶτερ, ὅτι ἄλλος, ὡς ἐγώ, οὐκ ἔπταισέ σοι,
οὐδέ ἔπραξε τάς πράξεις, ἅς ἐγώ κατειργασάμην.
(Μέ συναίσθηση, συντριβή, μετάνοια, ἀλλά καί ἐλπίδα εἰς τό ἄμετρον ἔλεος τοῦ Θεοῦ)

λλά τοῦτο πάλιν οἶδα, ὡς οὐ μέγεθος πταισμάτων,
οὐχ ἁμαρτημάτων πλῆθος, ὑπερβαίνει τοῦ Θεοῦ μου
τήν πολλήν μακροθυμίαν, καί φιλανθρωπίαν ἄκραν.

Ταῦτα τολμηρόν ποιεῖ με, ταῦτά με πτεροῖ, Χριστέ μου·
καί θαρρῶν ταῖς σαῖς πλουσίαις πρός ἡμᾶς εὐεργεσίαις,
χαίρων τε καί τρέμων ἅμα, τοῦ πυρός μεταλαμβάνω.
(Μετά φόβου Θεοῦ, πίστεως καί ἀγάπης, χαίροντες καί τρέμοντες ἅμα, νά προσερχόμεθα εἰς ἴασιν ψυχῆς καί σώματος καί εἰς οἰκείωσιν τῆς Βασιλείας τοῦ Θεοῦ)

 

Ἀποσπάσματα ἀπό τήν Ἀκολουθία τῆς Θείας Μεταλήψεως
Ἐπιμέλεια κειμένου: π. Γεώργιος Καλαντζῆς