Πνευματικά Κείμενα

Ἡ προσευχὴ πρὸς τὴν Θεοτόκον, τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ

Ὁ ὑπερασπιστής τῆς ὀρθοδοξίας καί ὑπέρμαχος τῶν ἡσυχαστῶν, ὁ ἱερὸς Γρηγόριος, μεγάλο σεβασμὸ καὶ τιμὴ ἀπέδιδε στὴν Παναγία. Αἰσθανόταν ὑποχρεωμένος καὶ εὐγνώμων ἀπέναντι στὴν Κυρία Θεοτόκο, γιὰ τὶς ἄπειρες εὐεργεσίες της στὸ ἀνθρώπινο γένος, καθὼς καὶ γιὰ τὶς προσωπικὲς ἐμπειρίες ποὺ ἀξιώθηκε.
Ὅπως μαρτυρεῖ ὁ βιογράφος του Φιλόθεος Κόκκινος, ἡ Θεοτόκος πληροφόρησε τὸν Γρηγόριο μέσῳ τῆς ἐμφάνισης τοῦ εὐαγγελιστῆ Ἰωάννου τοῦ Θεολόγου ὅτι, πάντοτε ὑπῆρξε καὶ θὰ παραμένει σύμμαχος καὶ βοηθός του μὲ χαρά.
Διασῴζεται καὶ ἄλλη μαρτυρία γιὰ τὴν ἐμφάνιση τῆς Παναγίας Δέσποινας, τὴν ὁποία ἐπικαλοῦνταν ὁ ἅγιος εὑρισκόμενος στὸ Ἅγιον Ὄρος. Ἐκείνη παρουσιάσθηκε «σεμνῶς καὶ παρθενικῶς», ὅπως τὴν ἐμφανίζουν οἱ ἱερὲς εἰκόνες καὶ οἰκονόμησε ὄχι μόνο τὶς πνευματικὲς ἀλλὰ καὶ τὶς ὑλικὲς ἀνάγκες τοῦ ἁγίου καὶ τῶν συμμοναστῶν του. Οἱ προσωπικὲς ἐμπειρίες καὶ ἡ σύνδεση τῆς ζωῆς τοῦ ἁγίου Γρηγορίου μὲ τὸ πρόσωπο τῆς Παναγίας φαίνεται καὶ ἀπὸ τὶς θαυμάσιες θεομητορικές του Ὁμιλίες.

Σὲ Ὁμιλία του στὸν Εὐαγγελισμὸ τῆς Θεοτόκου γράφει:

«Η παρθενομήτωρ αὕτη μόνη μεθόριόν ἐστι κτιστῆς καὶ ἀκτίστου φύσεως… Αὕτη ἐστὶ τῶν ἐπὶ γῆς ἡ δόξα, τῶν κατ΄ οὐρανῶν ἡ τερπνότης, τὸ πάσης κτίσεως ἐγκαλλώπισμα, πηγή καί ρίζα τῆς ἀποκειμένης ἡμῖν ἐλπίδος ἐν οὐρανοῖς».

«Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνή; Ποῦ προσδράμω, λοιπόν, καὶ σωθήσομαι;»

«Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα,
σῶμα καὶ ψυχὴν ἔχουσα καθαρὰ καὶ ἀμόλυντα,
οἶδα ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν πανάσωτον,
εἰκόνα σοῦ τῆς ἁγνῆς περιπτύσσεσθαι ἢ παρακαλεῖν.

Πλήν, ἐπειδὴ πὲρ γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος,
ὅπως καλέση τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν,
θαρρῶν καγῶ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.

Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξαγόρευσιν,
καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ,
ὅπως γένηται ἵλεως τῇ ἀθλίᾳ μου καὶ ταλαιπώρῳ ψυχῇ
διὰ γὰρ τῶν ἀνομιῶν μου κωλύομαι πρὸς Αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν.
Διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν καὶ μεσῖτιν.


Μὴ οὖν παρίδῃς μου τὰ δάκρυα, μὴ βδελύξῃ μου τὸν στεναγμόν,
μὴ ἀπώσῃ μου τὸν ἐκ καρδίας πόνον, μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν,
ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι, τὴν τοῦ ἀγαθοῦ Υἱοῦ σου
καὶ Θεοῦ ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν,
ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου,
τὸ πρῶτον καὶ ἀρχαῖον μου ἀπολαβεῖν κάλλος καὶ τὴν τῶν παθῶν ἀποθέσθαι ἀμορφίαν,
ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι δὲ τῇ δικαιοσύνῃ,
ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς καὶ ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος,
νεκρωθῆναι τῷ κόσμῳ καὶ ζῆσαι τῇ ἀρετῇ.


Ὁδοιποροῦντί μοι συνόδευσον, ἐν θαλάσσῃ πλέοντι σύμπλευσον,
ἀγρυπνοῦντά με ἐνίσχυσον, θλιβόμενον παραμύθησον,
ὀλιγοψυχοῦντα παρακάλεσον, ἀσθενοῦντι ἴασίν μοι δώρησαι,
ἀδικούμενον ρῦσαι με, συκοφαντούμενον ἀθώωσον,
εἰς θάνατον κινδυνεύοντα, συντόμως προφθάσασα λύτρωσαι,
τοῖς ἀοράτοις ἐχθροῖς καθ’ ἑκάστην φοβερὸν δεῖξον μέ,
ἵνα γνῶσι πάντες οἱ ἀδίκως τυρρανοῦντες, τίνος δοῦλος ὑπάρχω.

Τὸν βρασμὸν τῆς σαρκός μου κατάσβεσον, τὸν ἐν τῇ ψυχῇ μου ἀγριώτατον κλύδωνα κατεύνασον,
τὸν πικρὸν θυμὸν καταπράυνον, τὸν τῦφον καὶ τὴν ἀλαζονεία τῆς ματαίας οἰήσεως ἐκ τοῦ νοός μου ἀφάνισον,
τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων
καὶ τὰς καθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολᾶς ἐκ τῆς καρδίας μου μείωσον,
παίδευσόν μου τὴν γλῶσσαν λαλεῖν τὰ συμφέροντα,
δίδαξόν μου τοὺς ὀφθαλμοὺς βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα,
τοὺς πόδας μου τρέχειν ἀνυποσκελίστως ποίησον τὴν μακαρίαν ὁδὸν τῶν τοῦ Θεοῦ ἐντολῶν,
τὰς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἴρω αὐτὰς πρὸς τὸν Ὕψιστον.

Κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλῆται τὴν Παναγίαν Τριάδα.

Ἀνοιξόν μου τὰ ὦτα, ἵνα ἀκούω αἰσθητῶς καὶ νοητῶς τὰ ὑπὲρ μέλι καὶ κηρίον γλυκύτατα τῶν ἁγίων Γραφῶν λόγια,
καὶ βιῶ κατ’ αὐτὰ ἀπό σοῦ κραταιούμενος.

Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν,
μεγάλην ἔχεις τὴν παρρησίαν πρὸς τὸν ἐκ σοῦ τεχθέντα, οὐδεὶς δύναται ὡς σύ, Μῆτερ Θεοῦ.

Πάντα γὰρ ἰσχύεις, ὡς πάντων ὑπερέχουσα τῶν κτισμάτων
καὶ οὐδὲν σοὶ ἀδύνατον, ἐὰν θελήσης μόνον.

Ναί, Ὑπεράγαθε Δέσποινα Θεοτόκε, ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως
καὶ μὴ καταισχύνῃς μὲ ἀπὸ τῆς προσδοκίας μου,
ἡ μετὰ Θεὸν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς».

Ἐπιμέλεια κειμένων: Πρωτοπρ. Γεώργιος Καλαντζῆς.
Αὔγουστος 2016