Πνευματικά Κείμενα

Βίος Ἁγίου Νεκταρίου

Ὁ ἅγιος Νεκτάριος, κατὰ κόσμον Ἀναστάσιος, τὸ πέμπτο ἀπὸ τὰ ἔξι παιδιὰ τοῦ Δήμου καὶ τῆς Βασιλικῆς Κεφαλᾶ, γεννήθηκε τὴν 1η Ὀκτωβρίου τοῦ 1846 στὴ Σηλυβρία τῆς Θράκης.
Τὸ 1876 ἐκάρη μοναχὸς καὶ στὶς 15 Ἰανουαρίου 1877 χειροτονήθηκε διάκονος, ὀνομασθεὶς Νεκτάριος, ἀπὸ τὸν Μητροπολίτη Χίου Γρηγόριο.
Τὸ 1886 ὑπὸ τοῦ πατριάρχου Ἀλεξανδρείας Σωφρονίου Δ΄ χειροτονήθηκε πρεσβύτερος καὶ στίς 15 Ἰανουαρίου 1889 Μητροπολίτης Πενταπόλεως μὲ δράση καταπλητικὴ καὶ ἔνεκα αὐτοῦ ἦταν βασικὸς ὑποψήφιος τοῦ πατριαρχικοῦ θρόνου Ἀλεξανδρείας.
Ἐπέστρεψε στὴν Ἑλλάδα, ὅπου διετέλεσε ἱεροκύρηκας Εὐβοίας (1891-1893), Φθιώτιδας καὶ Φωκίδας (1893-1894) καὶ διευθυντὴς τῆς Ριζαρείου Ἐκκλησιαστικῆς Σχολῆς στὴν Ἀθήνα (1894-1904).


Μετὰ τὸν θάνατο τοῦ Πατριάρχη Ἀλεξανδρείας Σοφρωνίου (1899), ὁ Ἅγιος Νεκτάριος ἐκλήθη νὰ τὸν διαδεχθεῖ, ἀλλά ὁ Ἅγιος ἀρνήθηκε.
Τὸ 1904 ἴδρυσε γυναικεία μονὴ στὴν Αἴγινα, τῆς ὁποίας ὑπῆρξε πνευματικὸς καὶ ἐγκαταβίωσε ἐκεῖ ἀπὸ τὸ 1908, μετὰ τὴν παραίτησή του ἀπὸ τὴ Ριζάρειο Σχολή.
Ἔγραψε ἀρκετὰ συγγράμματα, κυρίως βοηθητικὰ τοῦ θείου κηρύγματος, ἀλλὰ κυρίως ἡ ταπεινοφροσύνη καὶ ἡ φιλανθρωπία του ὑπῆρξαν παροιμιώδεις.
Ἐκοιμήθη τὴν 8η Νοεμβρίου 1920. Ἐνταφιάστηκε στὴν Ἱερὰ Μονὴ Ἁγίας Τριάδος στὴν Αἴγινα. Μὲ Πράξη τοῦ Οἰκουμενικοῦ Πατριαρχείου διακηρύχθηκε ἅγιος τῆς Ὀρθοδόξου Ἐκκλησίας τὸ 1961.

Λόγος περὶ προσευχῆς
Ἡ ἀληθινὴ, ἡ ἀπερίσπαστος, ἡ ἀρρέμβαστος εὐχὴ, «ἡ μετ’ ἐκτενείας, μετ’ ὀδυνωμένης ψυχῆς, μετὰ συντεταγμένης διανοίας γινομένη, διάλεξις ἐστι πρὸς τὸν Θεόν». ...

Ἡ προσευχὴ ἐστιν ζωῆς ἡμῶν βοήθεια, ὁμιλία πρὸς Θεόν, λήθη τῶν γηΐνων, ἄνοδος πρὸς οὐρανόν καὶ ἥλιος τῶν νοερῶν τῆς ψυχῆς ὀφθαλμῶν· ὥσπερ τῷ σώματι φῶς ὁ ἥλιος οὕτω ψυχῆς προσευχή, ἡ μετὰ σπουδῆς εὐχὴ, φῶς ἄσβεστον καὶ διηνεκές ἐστι τῆς ψυχῆς καὶ τῆς διανοίας.

Ἡ προσευχή ἐστὶ πανοπλία ὡς ἀληθῶς οὐράνιος καὶ μόνη δύναται φυλάττειν ἀσφαλῶς τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ.
«Ἡ εὐχὴ ζωῆς ἐστι χορηγός, ὑγείας ἐνθήκης ἐλπιδοφόρον ἄνθος, μέγα ὅπλον, μεγάλη ἀσφάλεια, μέγας θησαυρός, μέγας λιμὴν, ἀσυλον χωρίον». Ἡ προσευχὴ ἐστι κοινὸν ἀλεξιτήριον παθῶν καὶ ἁμαρτημάτων, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις, καὶ μυρίων ἀγαθῶν ρίζα καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ.

Ἡ εὐχὴ ἐστι τῶν «χειμαζομένων λιμήν, κλυδωνιζομένων ἄγκυρα, σαλευομένων βακτηρία, πενήτων θησαυρός, πλουτούντων ἀσφάλεια, νοσημάτων ἀναίρεσις, ὑγείας φυλακή, λύπης ἁπάσης φυγαδευτήριον, εὐθυμίας ὑπόθεσις, διηνεκοῦς ἡδονῆς ἀφορμή, φιλοσοφίας μήτηρ.
«Νοητὴ ἡ ἀνθρώπινη πρὸς τὸν Θεὸν κραυγή, ἐν τῷ κρυπτῷ τῆς καρδίας τὴν μεγαλοφωνίαν ἔχουσα, δυναμένη ἐφικέσθαι καὶ αὐτῶν τῶν ὤτων τοῦ Θεοῦ. Ἔξεστιν οὖν μηδὲ φωνῇ τὴν εὐχὴν παραπέμπειν».

«Τοῦτο μάλιστά ἐστιν εὐχή, ὅταν ἔνδον αἱ βοαὶ ἀναφέρωνται, ψυχῆς πεπονημένης, οὐ τῷ πόνῳ τῆς φωνῆς ἀλλὰ τῇ προθυμίᾳ τῆς διανοίας τὴν εὐχὴν ἐπιδείκνυσθαι· οὔτω καὶ Μωυσῆς ηὔχετο· διὸ καὶ μηδὲν αὐτοῦ φθεγγομένου, φησὶν ὁ Θεός, «τί βοᾷς πρός Με; Ἄνθρωποι μὲν γὰρ ταύτης μόνης ἐπακούουσι τῆς φωνῆς· ὁ δὲ Θεὸς πρὸ ταύτης τῶν ἔνδον κραζόντων ἀκούει.
Ἄρα ἔστι καὶ μὴ κράζοντας ἀκούεσθαι, καὶ ἐπ’ ἀγορᾶς βαδίζοντας εὔχεσθαι κατὰ διάνοιαν μετὰ πολλῆς ἀκριβείας, καὶ μετὰ φίλων συνεδρεύοντας, καὶ πᾶν ὁτιοῦν ποιοῦντας μετὰ σφοδρᾶς τῆς βοῆς καλεῖν τὸν Θεόν, τῆς ἐνδον λέγω, καὶ μηδενὶ τῶν παρόντων κατάδηλον ταύτην ποιεῖν».

«Μὴ τῷ σχήματι τοῦ σώματος μηδὲ τῇ κραυγῇ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης τὰς εὐχὰς ποιώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας πάσης καὶ τῆς κατὰ διάνοιαν συντριβῆς καὶ δακρύων τῶν ἔνδοθεν».
«Τὸ σχολάζειν τῇ ἀδιαλείπτῳ προσευχῇ ἀναγκαῖον πᾶσι καὶ ἐπωφελὲς ὑπάρχει. Αἰτήσωμεν οὖν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δοῦναι ἡμῖν σύνεσιν πνευματικήν, ὥστε νήφειν καὶ ἐγρηγορεῖν καὶ αἰτεῖσθαι παρ’ Αὐτοῦ γενέσθαι ἐν ἡμῖν τὸ θέλημα Αὐτοῦ, ἐνετείλατο ἡμῖν αἰτεῖσθαι. Καὶ ὅταν εἰς εὐχὴν στῶμεν μὴ εὐξώμεθα τὸ ἡμῶν θάλημα γενέσθαι, ἀλλὰ τὸ τοῦ Θεοῦ, καθὼς καὶ ἐδιδάχθημεν. «Γενηθήτω τὸ θέλημά σου». Ὁ βουλόμενος καθαρῶς προσεύξασθαι πρότερον ὑπὲρ συνεργείας δακρύων προσευξάσθω, ἵνα διὰ τοῦ πένθους ἐξημερώσῃ τὴν ἀγριότητα τῆς ψυχῆς, καὶ τυγχάνει τῆς ἀκραιφνοῦς προσευχῆς.

Καὶ γὰρ ἡ ἔμμονος καὶ συνεχὴς προσευχὴ χωρὶς ταπεινοφροσύνης οὐκ ἔστι εὐπρόσδεκτον γενέσθαι. Ὁ Κύριος ἐπιβλέπει ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν. Οὐ γάρ ποτε μὲν εὔχεσθαι δεῖ, ποτὲ δὲ μὴ, ἀλλ’ ἀεὶ τῇ προσευχῇ σχολάζειν ἐν τῇ τηρήσει τοῦ νοῦ, κἂν ἔξω που εὐκτηρίων δωμάτων αὐλιζόμεθα».
Ἡ προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα, χαρᾶς καὶ εὐχαριστίας πρόβλημα, ἀλέξημα δὲ λύπης καὶ ἀθυμίας. Τέλος ἡ προσευχὴ τυγχάνει ὑψηλοτέρα πασῶν τῶν ἀρετῶν καθαρὰ οὖσα τῷ Θεῷ ἐγγίζουσα.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς φίλον γνήσιον,
Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι.
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυματώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἐπιμέλεια κειμένου: Πρωτοπρ. Γεώργιος Καλαντζῆς

άγιος γεράσιμος

Ἀπολυτίκιον 

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα. 

 Ο Ναός μας πανηγυρίζει στις 20 Ὀκτωβρίου