Πνευματικά Κείμενα

Δεν ὑπάρχει καμμιά ἀμφιβολία ὅτι ὁ ἄνθρωπος πού πιστεύει ἔχει ἀνάγκη  νά προσεύχεται. Ὅσο πιὸ δυνατὴ εἶναι ἡ πίστη τόσο πιὸ μεγάλη εἶναι ἡ ἀνάγκη γιὰ προσευχή. Ἐξ ἄλλου ἡ πίστη τοῦ ἑνός ἀνθρώπου ὑποστηρίζεται απὸ την πίστη τῶν ἄλλων. Σ’ αὐτὸ ἔγκειται ἡ σπουδαιότητα τῆς λειτουργίας καὶ τῆς κοινῆς λατρείας τοῦ Θεοῦ. Ἀλλὰ στὴν σημερινὴ κοινωνία μας διαπιστώνουμε μιὰ ἀποδυνάμωση τῆς πίστεως καὶ σαν συνέπεια μιὰ ἀδιαφορία γιὰ προσευχή. Ἴσως ὁ ὄρος ἐκκοσμικευμένη κοινωνία δὲν δείχνει τόσο μιὰ κοινωνία τελείως ἄπιστη, αλλὰ μιὰ κοινωνία, ποὺ ἡ πλειονότητα τῶν μελῶν της δὲν προσεύχεται πιὰ, παρὰ πολὺ σπάνια καὶ πάλι σὲ στιγμὲς ἐξαιρετικές.

Γι’ αυτὸν ποὺ ἐπιθυμεῖ νὰ διατηρῆ τὴν δύναμη τῆς πίστεῶς του μὲ τὴν προσευχὴ τίθεται σήμερα ἕνα διπλὸ πρόβλημα: πρῶτο, νὰ ὑπερασπίζεται τὴν προσευχή του ἐναντίον τῆς καταλυτικῆς ἐπιρροῆς ἑνὸς περιβάλλοντος ἀδυνάτου στὴν πίστη καὶ δεύτερο, νὰ ὑπερασπίζεται τὴν προσευχή του σ’ ἕνα κόσμο ποὺ ἔχασε σὲ ἕνα μεγάλο μέρος τήν χρήση τῆς προσευχῆς. Ὁ ἄνθρωπος τῶν προηγουμένων ἐποχῶν εὕρισκε μέσα στὸ κοινωνικό σύνολο ἕναν παράγοντα ἐνθαρρυντικό γιὰ τὴν πίστη του καὶ τὴν προσευχή του σήμερα, αὐτὸ τὸ σύνολο εἶναι παράγων ψυχρότητας, παράγων ἀπὸ τὸν ὁποῖο πρέπει νὰ προστατεύεται αὐτός ποὺ θέλει νὰ διατηρῆ τὴν πίστη του καὶ τὴν προσευχή του.

Σήμερα ὁ πιστός θὰ πρέπει νὰ ἀναζητήση κατὰ ἕνα μεγάλο μέρος μόνος του τοὺς λόγους ποὺ θὰ μπορέσουν νὰ στηρίξουν τὴν πίστη του καὶ τὴν προσευχή του. Καὶ αὐτὸ ἀκριβῶς μπορεῖ νὰ κάμη τὴν πίστη του πιὸ βαθειὰ καὶ τὴν προσευχή του πιὸ θερμή, δεδομένου ὄτι δὲν ἐνισχύονται, κατὰ ένα μεγάλο μέρος, ἀπ΄]ο τὸ κοινωνικὸ περιβάλλον. Ὁ πιστός ὁ ὁποῖος πέτυχε νὰ ἐνδυναμώση τὴν πίστη του  καὶ τὴν προσευχή του, μπορεῖ νὰ γίνει ὁ ἴδιος μιὰ ἑστία, ἡ ὁποία θὰ ἐνισχύση τὴν πίστη καὶ θὰ ἀναθερμάνη τὴν προσευχὴ στὴν κοινωνία. Ὁ ἴδιος μπορεῖ νὰ βοηθήση τὴν κοινωνία νὰ βγῆ ἀπὸ τὴν ἐπιφανειακὴ ζωή, τὴν γεμάτη πλήξη – ποὺ εἶναι καὶ ἡ αἰτία τῆς χλιαρότητας στὴν πίστη καὶ τὴν προσευχή. Μπορεῖ δηλαδὴ νὰ βοηθήση, ὥστε ἡ κοινωνία μας νὰ βρῆ ἕνα περιεχόμενο πιὸ οὐσιαστικό, νὰ ἀπολυμάνη τὶς μολυσμένες ρίζες της δίνοντας ἕνα μεγαλύτερο βάθος στὴ ζωή, χωρὶς τὸ ὁποῖο ἡ ανθρώπινη ὕπαρξη εἶναι μιὰ μονότονη καὶ χωρὶς νόημα ὁμοιομορφία.

Από Κυριακής του Πάσχα και καθ’όλην την Διακαινήσιμον εβδομάδα μέχρι του Εσπερινού του Σαββάτου καθώς και από του Εσπερινού της Τρίτης έκτης εβδομάδος από του Πάσχα (του Τυφλού) μέχρι του Εσπερινού της Τετάρτης που έχουμε την απόδοση της εορτής του Πάσχα, αντί Μεσονυκτικού, Ωρών και Αποδείπνου αναγινώσκεται η εξής Ακολουθία:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (Τρίς).

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου όνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (Τρίς).

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε· καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

ν τάφῳ σωματικῶς, ἐν Ἅδου δὲ μετὰ ψυχῆς ὡς Θεὸς ἐν Παραδείσῳ δὲ μετὰ ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα…
ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Καὶ νῦν…
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Κύριε ἐλέησον μ’ (40)
Δόξα… Καὶ νῦν…

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Και πάλιν ομοίως το Χριστός Ανέστη (ἐκ γ’) και τα λοιπά.

Κοντάκιον. Ήχος πλ. δ’.
Το προσταχθέν μυστικώς λαβών εν γνώσει,εν τη σκηνή του Ιωσήφ σπουδή επέστη,ο ασώματος λέγων τη Απειρογάμω.
ο κλίνας εν καταβάσει τους ουρανούς,χωρειται αναλλοιώτως όλος εν σοι.
Ον και βλέπων εν μήτρα σου,λαβόντα δούλου μορφήν,εξίσταμαι κραυγάζων σοι,
Χαίρε Νύμφη ανύμφευτε.

Έτερον. Ήχος ο αυτός.
Τη υπερμάχώ στρατηγώ τα νικητήρια,ως λυτρωθείσα των δεινών ευχαριστήρια, αναγράφω σοι η πόλις σου, Θεοτόκε.
αλλ’ ως έχουσα το κράτος απροσμάχητον,εκ παντοίων με κινδύνων ελευθέρωσον,ίνα κράζω σοι
Χαίρε Νύμφη ανύμφευτε.

ΟΙ ΟΙΚΟΙ

Άγγελος πρωτοστάτης,ουρανόθεν επέμφθη,ειπείν τη Θεοτόκω το Χαίρε, και συν τη ασωμάτω φωνή,
σωματούμενόν σε θεωρών, Κύριε,εξίστατο και ίστατο,κραυγάζων προς Αυτήν τοιαύτα
Χαίρε, δ’ ης η χαρά εκλάμψει,
χαίρε, δι’ ης η αρά εκλείψει.
Χαίρε, του πεσόντος Αδάμ η ανάκλησις,
χαίρε, των δακρύων της Εύας η λύτρωσις.
Χαίρε, ύψος δυσανάβατον αθρωπίνοις λογισμοίς,
χαίρε, βάθος δυσθεώρητον και αγγέλων οφθαλμοίς.
Χαίρε, ότι υπάρχεις Βασιλέως καθέδρα,
χαίρε, ότι βαστάζεις τον βαστάζοντα πάντα.
Χαίρε, αστήρ εμφαίνων τον ήλιον,
χαίρε, γαστήρ ενθέου σαρκώσεως.
Χαίρε, δι’ ης νεουργείται η κτίσις,
χαίρε, δι’ ης βρεφουργείται ο Κτίστης.
Χαίρε, Νύμφη ανύμφευτε.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

Κύριε ἐλέησον ιβ'
Δόξα... Καὶ νῦν...
• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς, σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου,
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον,
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου,
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με, διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου, ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις, θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ, τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ακολουθία της γονυκλισίας την Κυριακή της Πεντηκοστής

ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ μετὰ τὸ Ἀμήν. ὁ Προεστὼς ἀναγινώσκει τὸν προοιμιακόν ψαλμόν.
Πληρωθέντος δὲ τοῦ Προοιμιακοῦ Ψαλμοῦ, λέγει ὁ Διάκονος τὴν μεγάλην συναπτήν, ἤτοι τὰ εἰρηνικὰ·
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν κλινόντων τὰς καρδίας αὐτῶν ἐνώπιον Κυρίου, καὶ τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἐνισχυθῆναι ἡμᾶς πρὸς τελείωσιν εὐαρεστήσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταπεμφθῆναι πλούσια τὰ ἐλέη αὐτοῦ ἐφ' ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δεχθῆναι τὴν γονυκλισίαν ἡμῶν, ὡς θυμίαμα ἐνώπιον αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν χρῃζόντων τῆς πάρ' αὐτοῦ βοηθείας, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ Κύριε.
ΙΕΡΕΥΣ:Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.

άγιος γεράσιμος

Ἀπολυτίκιον 

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα. 

 Ο Ναός μας πανηγυρίζει στις 20 Ὀκτωβρίου