Από Κυριακής του Πάσχα και καθ’όλην την Διακαινήσιμον εβδομάδα μέχρι του Εσπερινού του Σαββάτου καθώς και από του Εσπερινού της Τρίτης έκτης εβδομάδος από του Πάσχα (του Τυφλού) μέχρι του Εσπερινού της Τετάρτης που έχουμε την απόδοση της εορτής του Πάσχα, αντί Μεσονυκτικού, Ωρών και Αποδείπνου αναγινώσκεται η εξής Ακολουθία:
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (Τρίς).
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου όνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (Τρίς).
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε· καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἐν τάφῳ σωματικῶς, ἐν Ἅδου δὲ μετὰ ψυχῆς ὡς Θεὸς ἐν Παραδείσῳ δὲ μετὰ ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα…
Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Καὶ νῦν…
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.
Κύριε ἐλέησον μ’ (40)
Δόξα… Καὶ νῦν…
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Και πάλιν ομοίως το Χριστός Ανέστη (ἐκ γ’) και τα λοιπά.
Ἡ ἀνωτέρω ἀκολουθία κανονικά ἐπαναλαμβάνεται τρεῖς φορές. Κατά τήν ὥρα τοῦ Ἀποδείπνου, μετά τήν τρίτη ἐπανάληψη, διαβάζουμε καί τήν ἐπομένη εὐχή.
Εὐχή τοῦ Μεγάλου Βασιλείου.
Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τήν ἡμέραν τῷ φωτί τῷ ἡλιακῷ καί τήν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τό μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καί προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καί παντός τοῦ λαοῦ σου· καί πᾶσιν ἡμῖν συγχωρήσας τά ἑκούσια καί τά ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τάς ἑσπερινάς ἡμῶν ἱκεσίας, καί κατάπεμψον τό πλῆθος τοῦ ἐλέους σου καί τῶν οἰκτιρμῶν σου ἐπί τήν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ρῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως, καί πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δέ ἡμῖν καί τήν παροῦσαν ἑσπέραν, σύν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καί πάσας τάς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καί πάντων τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνός σου εὐαρεστησάντων. Ἀμήν.
Χριστός ἀνέστη (ἐκ γ’)